Home
Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
πνευματικά
feature
Ομιλία 40 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
Ομιλία 40 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
Περὶ τῆς φαινομένης ἀσκήσεως καὶ ποῖον ἐπιτήδευμα μεῖζον καὶ πρῶτον
τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλων ἐκδέδενται πᾶσαι αἱ
ἀρεταί, ὡσπερεὶ γάρ τις πνευματικὴ ἅλυσις· μία τῆς μιᾶς ἤρτηνται. Ἡ εὐχὴ
ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ
πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία
ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς, ἡ
ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος, ὥσπερ καὶ τὸ ἐναντίον μέρος ἓν ἀφ' ἑνὸς τὰ
κακὰ ἐκδέδενται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ
ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία
ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ
τῆς χαυνώσεως, ἡ χαύνωσις ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς
ἀνυπομονησίας, ἡ ἀνυπομονησία ἀπὸ τῆς φιληδονίας· καὶ τὰ λοιπὰ μέλη τῆς
κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμενα. Οὕτως κἂν τῷ ἀγαθῷ μέρει ἀλλήλων εἰσὶν
ἐκκρεμάμεναι αἱ ἀρεταὶ καὶ ἀπηρτημέναι. Κεφάλαιον δὲ πάσης σπουδῆς
ἀγαθῆς καὶ κορυφαῖον τῶν κατορθωμάτων ἐστὶ τὸ προσκαρτερεῖν τῇ εὐχῇ, ἀφ'
ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ Θεοῦ αἰτήσεως ὁσημέραι
προσκτᾶσθαι δυνάμεθα. Ἐντεῦθεν γὰρ ἐγγίνεται τοῖς καταξιουμένοις ἡ
κοινωνία τῆς τοῦ Θεοῦ ἁγιότητος καὶ τῆς πνευματικῆς ἐνεργείας, καὶ ἡ
συνάφεια τῆς τοῦ νοῦ διαθέσεως πρὸς τὸν Κύριον ἐν ἀγάπῃ ἀρρήτῳ· ὁ γὰρ
ἑαυτὸν ὁσημέραι τῇ προσευχῇ προσκαρτερεῖν ἀναγκάζων, εἰς ἔρωτα θεῖον καὶ
πόθον ἔμπυρον ὑπὸ τῆς πνευματικῆς ἀγάπης ἐκκαίεται πρὸς Θεὸν καὶ τὴν
χάριν τῆς τοῦ Πνεύματος ἁγιαστικῆς τελειότητος ὑποδέχεται. Ἐρώτησις:
Ἐπειδή τινες πωλοῦσι μὲν τὰ ὑπάρχοντα καὶ δούλους ἐλευθεροῦσι καὶ
ποιοῦσιν ἐντολάς, οὐ ζητοῦσι δὲ λαβεῖν ἐν τῷ κόσμῳ τούτῳ τὸ πνεῦμα, ἆρα
ζῶντες οὕτως οὐκ ἀπέρχονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; Ἀπόκρισις: Ὁ
λόγος οὗτος λεπτός ἐστι. Τινὲς γὰρ λέγουσι μίαν βασιλείαν καὶ μίαν
γέενναν· ἡμεῖς δὲ λέγομεν βαθμοὺς πολλοὺς καὶ διαφορὰς καὶ μέτρα, καὶ ἐν
αὐτῇ τῇ βασιλείᾳ καὶ ἐν αὐτῇ τῇ γεέννῃ. Ὥσπερ δέ ἐστι μία ψυχὴ ἐν ὅλοις
τοῖς μέλεσι, καὶ ἄνω ἐν τῷ ἐγκεφάλῳ ἐνεργεῖ καὶ κάτω τοὺς πόδας αὕτη
κινεῖ, οὕτως καὶ ἡ θεότης πάντα τὰ κτίσματα τὰ ἐπουράνια καὶ τὰ ὑποκάτω
τῆς ἀβύσσου περιέχει καὶ πανταχοῦ πεπλήρωται ἐν τῇ κτίσει, εἰ καὶ
ἐξωτέρα τῶν κτισμάτων ἐστὶ διὰ τὸ ἀμέτρητον καὶ ἀπερίληπτον. Προσέχει
οὖν αὕτη ἡ θεότης τοῖς ἀνθρώποις καὶ οἰκονομεῖ πάντα κατὰ λόγον. Καὶ
ἐπειδή τινες μὲν εὔχονται, μὴ εἰδότες τί ζητοῦσι, τινὲς δὲ νηστεύουσιν,
ἄλλοι στήκουσιν εἰς διακονίαν, ἑκάστῳ κατὰ τὸ μέτρον τῆς πίστεως ὁ Θεὸς,
δικαιοκρίτης ὤν, ἀποδίδωσι τὸν μισθόν. Ἃ γὰρ ποιοῦσι, διὰ φόβον Θεοῦ
ποιοῦσιν· ἀλλ' οὔκ εἰσιν οὗτοι πάντες υἱοὶ οὔτε βασιλεῖς οὔτε
κληρονόμοι. Εἰσὶ δὲ ἐν τῷ κόσμῳ οἱ μὲν φονεῖς, ἄλλοι πόρνοι καὶ ἄλλοι
ἅρπαγες, οἱ δὲ πάλιν τὰ ἴδια πτωχοῖς διαδιδόντες. Προσέχει καὶ τούτοις
κἀκείνοις ὁ Κύριος. Καὶ τοῖς μὲν ἀγαθοποιοῦσιν ἀνάπαυσιν καὶ μισθὸν
δίδωσιν. Εἰσὶ γὰρ μέτρα ὑπερέχοντα καὶ μέτρα μικρά· καὶ ἐν αὐτῷ τῷ φωτὶ
καὶ τῇ δόξῃ διαφορά ἐστι. Καὶ ἐν αὐτῇ τῇ γεέννῃ καὶ τῇ κολάσει φαίνονται
οἱ φαρμακοὶ καὶ οἱ λῃσταὶ καὶ οἱ ἄλλοι οἱ μικρὰ πλημμελήσαντες. Οἱ δὲ
λέγοντες ὅτι μία ἐστι βασιλεία καὶ μία γέεννα καὶ οὔκ εἰσι βαθμοί κακῶς
λέγουσι. Πόσοι γάρ εἰσι κοσμικοὶ νῦν εἰς θέατρα στήκοντες καὶ λοιπὰς
ἀταξίας, καὶ πόσοι εἰσὶν ἄρτι εὐχόμενοι καὶ φοβούμενοι τὸν Θεόν. Τούτοις
οὖν κἀκείνοις ὁ Θεὸς προσέχει, καὶ ὡς δικαιοκρίτης τοῖς μὲν ἀνάπαυσιν
ἑτοιμάζει, τοῖς δὲ κόλασιν. Ὥσπερ δὲ ζευγνύοντες ἄνθρωποι ἵππους καὶ
ἅρματα ἡνιοχοῦσι καὶ κατ' ἀλλήλων ἐλαύνουσιν (ἕκαστος γὰρ ἀγωνίζεται,
πῶς ῥίψει καὶ νικήσει τὸν ἐξ ἐναντίας), οὕτως ἐστὶν ἐν τῇ καρδίᾳ τῶν
ἀγωνιζομένων θέατρον τῶν πονηρῶν πνευμάτων παλαιόντων τῇ ψυχῇ καὶ Θεοῦ
καὶ ἀγγέλων θεωρούντων τὸν ἀγῶνα. Λοιπὸν καθ' ἑκάστην ὥραν κτίζονται ὑπὸ
τῆς ψυχῆς πολλοὶ λογισμοὶ νεαροί· ὁμοίως καὶ ὑπὸ τῆς κακίας ἔνδον. Καὶ
γὰρ ἡ ψυχὴ πολλοὺς ἔχει ἀποκρύφους λογισμούς, καὶ ἐν αὐτῇ τῇ ὥρᾳ
προφέρει καὶ γεννᾷ· καὶ αὐτὴ ἡ κακία λογισμοὺς ἔχει πολλοὺς καὶ
ἐπιτηδεύματα, καὶ καθ' ὥραν γεννᾷ λογισμοὺς νεαροὺς κατὰ τῆς ψυχῆς. Καὶ
γὰρ ὁ νοῦς ἡνίοχός ἐστι καὶ ζεύγνυσι τὸ ἅρμα τῆς ψυχῆς, κατέχων τὰς
ἡνίας τῶν λογισμῶν. Καὶ ὧδε τρέχει κατὰ τοῦ ἅρματος τοῦ σατανᾶ, ὅπου καὶ
αὐτὸς ἔζευξε κατὰ τῆς ψυχῆς. Ἐρώτησις: Εἰ ἀνάπαυσίς ἐστιν ἡ εὐχή, πῶς
λέγουσί τινες ὅτι οὐ δυνάμεθα εὔξασθαι, οὐδὲ ὑπομένουσιν ἐν τῇ εὐχῇ;
Ἀπόκρισις: Αὕτη ἡ ἀνάπαυσις πλεονάζουσα δίδωσι σπλάγχνα καὶ διακονίας
ἑτέρας, οἷον τοῦ ἐπισκέψασθαι τοὺς ἀδελφούς, τοῦ εἰς τὸν λόγον
διακονῆσαι. Καὶ αὐτὴ ἡ φύσις θέλει ἀπελθεῖν καὶ ἰδεῖν τοὺς ἀδελφούς,
λαλῆσαι λόγον· οὐδὲν γὰρ ἐν πυρὶ βαλλόμενον δύναται μένειν ἐν τῇ ἰδίᾳ
φύσει, ἀλλ' ἀνάγκη καὶ αὐτὸ γίνεσθαι πῦρ. Ὃν τρόπον ἐὰν βάλῃς κάχληκας
εἰς πῦρ, ὁ λίθος γίνεται ἄσβεστος· καὶ εἰς θάλασσαν ὁ θέλων ἐπὶ πολὺ
καταδῦναι καὶ ἀπελθεῖν, εἰς μέσον πέλαγος καταποντίζεται καὶ ἀφανὴς
γίνεται, ὁ δὲ κατὰ βαθμὸν εἰσερχόμενος πάλιν ἀναβῆναι θέλει καὶ
ἐπιπλεῦσαι καὶ ἐξελθεῖν εἰς λιμένα καὶ ἰδεῖν τοὺς ἐπὶ γῆς ἀνθρώπους,
οὕτως καὶ εἰς τὸ πνευματικὸν εἰσέρχεταί τις εἰς βάθος χάριτος καὶ πάλιν
μνημονεύει τῶν ἑταίρων αὐτοῦ, καὶ αὐτὴ ἡ φύσις θέλει ἀπελθεῖν εἰς
ἀδελφούς, ἀποπληρῶσαι τὴν ἀγάπην, πληροφορῆσαι λόγον. Ἐρώτησις: Πῶς
δύναται τὰ δύο πρόσωπα εἶναι ἐν τῇ καρδίᾳ, καὶ ἡ χάρις καὶ ἡ ἁμαρτία;
Ἀπόκρισις: Ὥσπερ ὅταν ᾖ πῦρ ἔξωθεν χαλκίου, λοιπὸν ἐὰν ὑποβάλῃς ξύλα,
ἰδοὺ ἔκπυρον γίνεται, καὶ τὸ ἔσωθεν τοῦ σκεύους ἕψεται καὶ βράσσει, τοῦ
πυρὸς ἔξωθεν ὑποκαιομένου· εἰ δέ τις ἀμελήσει καὶ μὴ ὑποβάλῃ ξύλα,
ἄρχεται χλιαρώτερον γίνεσθαι τὸ πῦρ καὶ ὥσπερ κατασβέννυσθαι, οὕτως καὶ ἡ
χάρις, τὸ πῦρ τὸ οὐράνιον, καὶ ἔσωθέν σοῦ ἐστι καὶ ἔξωθέν σοῦ ἐστι.
Λοιπὸν ἐὰν εὔξῃ καὶ δώσεις τοὺς λογισμούς σου εἰς τὴν ἀγάπην τοῦ
Χριστοῦ, ἴδε ὑπέβαλες τὰ ξύλα, καὶ γίνονται οἱ λογισμοί σου πῦρ καὶ
βάπτονται εἰς τὸν πόθον τοῦ Θεοῦ. Εἰ δὲ καὶ ὑποχωρεῖ τὸ πνεῦμα ὡς
ἐξώτερόν σου γινόμενον, ἀλλὰ καὶ ἔσωθέν σοῦ ἐστι καὶ ἔξωθέν σου
παραφαίνεται. Εἰ δὲ ἀμελήσει τις, ὀλίγον ἐκδοὺς ἑαυτὸν ἢ εἰς κοσμικὰ
πράγματα ἢ εἰς ῥεμβασμόν, πάλιν ἔρχεται ἡ κακία καὶ ἐνδύεται τὴν ψυχήν,
καὶ ὅλον τὸν ἄνθρωπον ἄρχεται θλίβειν. Μνημονεύει οὖν ἡ ψυχὴ τῆς
προτέρας ἀναπαύσεως καὶ ἄρχεται θλίβεσθαι καὶ συνεχέστερον ταλαιπωρεῖν.
Πάλιν προσέσχεν ὁ νοῦς πρὸς τὸν Θεόν, ἤρξατο προσεγγίζειν αὐτῷ ἡ προτέρα
ἀνάπαυσις, ἄρχεται σφοδροτέρως ἐπιζητεῖν· δέομαί σου, φησὶ κύριε. Κατὰ
μικρὸν μικρὸν προστίθεται αὐτῷ τὸ πῦρ ἐξάπτον καὶ ἀναπαῦον τὴν ψυχήν,
ὥσπερ τὸ ἄγκιστρον αἴρει ἐκ τοῦ βυθοῦ τὸν ἰχθὺν κατὰ μικρὸν μικρόν. Εἰ
γὰρ μὴ τοῦτο ἦν καὶ ἐγεύετο τοῦ πικροῦ καὶ τοῦ θανάτου, πῶς ἠδύνατο
διακρῖναι τὸ πικρὸν ἀπὸ τοῦ γλυκέος καὶ τὸν θάνατον ἀπὸ τῆς ζωῆς καὶ
εὐχαριστῆσαι τῷ ζωοποιῷ Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας.
Ἀμήν.
Tags
# Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
# πνευματικά
# feature
Share This
Newer Article
Ομιλία 39 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
Older Article
Ομιλία 41 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες
Κάθε ζώδιο έχει μια μυστική αχίλλειο πτέρνα
sapfirosOct 21, 2024Η νέα κλίμαξ μεταφρασθείσα εκ της Ελληνικής εις την κοινοτέραν
sapfirosOct 20, 2024Άγιος Μακάριος ο Αιγύπτιος. 50 Ομιλίες Πνευματικές
sapfirosOct 17, 2024
Marcadores:
Μακαρίου του Αιγυπτίου 50 Ομιλίες,
πνευματικά,
feature