Ομιλία 48 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες - Point of view
kt9ETwW

Εν τάχει

demo-image

Ομιλία 48 - Μακαρίου του Αιγυπτίου 50 Ομιλίες

406


Ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ τοὺς ἑαυτοῦ μαθητὰς εἰς τελείαν πίστιν ἀγαγεῖν βουλόμενος ἔλεγεν· «ὁ ἐν ὀλίγῳ πιστὸς καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ὀλίγῳ ἄπιστος καὶ ἐν πολλῷ ἄπιστός ἐστιν». Τί ἐστι τὸ ὀλίγον καὶ τί ἐστι τὸ πολύ; Τὸ ὀλίγον τὰ ἐπαγγέλματά εἰσι τοῦ αἰῶνος τούτου, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ, οἷον τροφάς, ἐνδύματα καὶ τὴν λοιπὴν τοῦ σώματος ἀνάπαυσιν, ἢ ὑγείαν καὶ τὰ τοιαῦτα, προστάξας μὴ μεριμνᾶν ὅλως περὶ τούτων, ἀλλὰ τῇ εἰς αὐτὸν πεποιθήσει ἐλπίζειν, ὅτι ὁ Κύριος προνοητὴς τῶν εἰς αὐτὸν καταφευγόντων κατὰ πάντα γίνεται. Τὸ δὲ πολὺ τὰ τοῦ αἰωνίου καὶ ἀφθάρτου αἰῶνος δωρήματά ἐστιν, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀδιαλείπτως περὶ ἐκείνων μεριμνῶσι καὶ αἰτοῦσιν αὐτόν, ὅτι οὕτως ἐνετείλατο· «ὑμεῖς δὲ» φησὶ «μόνον ζητεῖτε τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν», ὅπως ἐκ τῶν ὀλίγων τούτων καὶ προσκαίρων δοκιμασθῇ ἕκαστος, εἰ πιστεύει τῷ Θεῷ· ὅτι ἐπηγγείλατο παρασχεῖν, ἡμῶν ἀμερίμνων περὶ τὰ τοιαῦτα ὄντων καὶ μόνον περὶ τῶν μελλόντων καὶ αἰωνίων τὴν φροντίδα ἐχόντων. Καὶ τότε φανερόν ἐστιν, ὅτι πιστεύει περὶ τῶν ἀφθάρτων καὶ ὄντως ζητεῖ τὰ αἰώνια ἀγαθά, εἰ περὶ τῶν ὁρωμένων ὑγιῆ τὴν πίστιν ἀποσῴζει.
Ὀφείλει γὰρ ἕκαστος τῶν ὑπακουόντων τῷ τῆς ἀληθείας λόγῳ δοκιμάζειν ἑαυτὸν καὶ ἀνακρίνειν ἤτοι ὑπὸ πνευματικῶν ἀνδρῶν ἀνακρίνεσθαι καὶ δοκιμάζεσθαι, πῶς ἐπίστευσε καὶ ἔδωκεν ἑαυτὸν τῷ Θεῷ, εἰ ὄντως ἐν ἀληθείᾳ κατὰ τὸν λόγον αὐτοῦ ἢ οἰήσει δικαιώσεως καὶ πίστεως ἐν ἑαυτῷ πιστεύειν νομίζων. Ἕκαστος γὰρ εἰ ἐν τῷ ὀλίγῳ πιστός ἐστι (περὶ τῶν προσκαίρων λέγω), δοκιμάζεται καὶ ἐλέγχεται.
Τὸ δὲ πῶς, ἄκουε. Πιστεύειν λέγεις βασιλείας οὐρανῶν καταξιοῦσθαι καὶ υἱὸς Θεοῦ γεννηθεὶς ἄνωθεν γενέσθαι καὶ συγκληρονόμος τοῦ Χριστοῦ καὶ εἰς αἰῶνας ὅλους συμβασιλεύειν αὐτῷ καὶ τρυφᾶν ἐν φωτὶ ἀρρήτῳ ἐν ἀπεράντοις καὶ ἀναριθμήτοις αἰῶσιν ὡς ὁ Θεός; Πάντως ἐρεῖς ναί. Διὰ ταύτην γὰρ τὴν αἰτίαν ἀναχωρήσας τοῦ κόσμου ἑαυτὸν τῷ Κυρίῳ δέδωκα. Δοκίμασον τοίνυν σεαυτόν, μήποτέ σε μέριμναι γήϊναι κατέχουσιν ἔτι καὶ φροντὶς πολλὴ περὶ τῆς τοῦ σώματος τροφῆς καὶ ἐνδύσεως καὶ τῆς λοιπῆς ἐπιμελείας καὶ ἀναπαύσεως, ὡς τῇ σῇ δυνάμει περιγιγνόμενος καὶ προνοούμενος ἑαυτοῦ, ἃ προσετάχθης μὴ μεριμνᾶν ὅλως περὶ σεαυτοῦ. Εἰ γὰρ πιστεύεις τὰ ἀθάνατα καὶ αἰώνια καὶ παράμονα καὶ ἄφθονα λήψεσθαι, πόσῳ μᾶλλον ταῦτα τὰ παρερχόμενα καὶ γήϊνα, ἅπερ ὁ Θεὸς ἔδωκε καὶ ἀσεβέσιν ἀνθρώποις καὶ θηρίοις καὶ πετεινοῖς, οὐ πιστεύεις παρασχέσθαι σοι τὸν Κύριον; Ὥσπερ καὶ ἐνετείλατο μὴ μεριμνᾶν ὅλως περὶ τούτων εἰπών· «μὴ μεριμνήσητε τί φάγητε ἢ τί πίητε ἢ τί περιβάλησθε. Ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ». Εἰ δὲ περὶ ταῦτα ἔτι μέριμναν ἔχεις καὶ οὐκ ἐνεπίστευσας ὅλον σεαυτὸν τῷ λόγῳ αὐτοῦ, γνῶθι ὅτι τὰ αἰώνια ἀγαθά, ἅπερ ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἀκμὴν οὐκ ἐπίστευσας λαβεῖν, καὶ νομίζεις πιστεύειν, ἔτι ἐν τοῖς μικροῖς καὶ φθαρτοῖς ἄπιστος εὑρισκόμενος.
Καὶ πάλιν· ὥσπερ τὸ σῶμα τιμιώτερον τοῦ ἐνδύματός ἐστιν, οὕτω καὶ ἡ ψυχὴ τιμιωτέρα ἐστὶ τοῦ σώματος. Πιστεύεις τοίνυν, ὅτι ἡ ψυχή σου ὑπὸ Χριστοῦ ἴασιν δέχεται ἀπὸ τῶν αἰωνίων καὶ ἀθεραπεύτων παρὰ ἀνθρώποις τραυμάτων, τῶν παθῶν τῆς ἁμαρτίας, δι' ἣν καὶ ἦλθεν ἐνταῦθα ὁ Κύριος, ἵνα νῦν τὰς ψυχὰς τῶν πιστῶν θεραπεύσῃ ἐκ τῶν ἀνιάτων παθῶν καὶ καθαρίσῃ ἐκ τοῦ ῥύπου τῆς λέπρας τῆς κακίας, ὁ μόνος ἀληθινὸς ἰατρὸς καὶ θεραπευτής; Ἐρεῖς πάντως· πιστεύω. Εἰς τοῦτο γὰρ ἕστηκα καὶ ταύτην ἔχω τὴν προσδοκίαν. Γνῶθι τοίνυν, ἐρευνήσας σεαυτόν, μήποτέ σε τὰ σαρκικὰ πάθη πρὸς ἰατροὺς γηΐνους ἀποφέρῃ, ὡς Χριστοῦ ᾧ ἐπίστευσας μὴ δυναμένου σε θεραπεῦσαι. Ἴδε πῶς σεαυτὸν ἀπατᾷς, ὅτι νομίζεις πιστεύειν, μηδέπω πιστεύων ὡς δεῖ ἐξ ἀληθείας. Εἰ γὰρ τὰ αἰώνια καὶ ἀθεράπευτα τῆς ἀθανάτου ψυχῆς τραύματα καὶ πάθη κακίας ἐπίστευσας ὑπὸ Χριστοῦ θεραπευθῆναι, ἐπίστευες ἂν αὐτῷ δυνατῷ ὄντι θεραπεύειν καὶ τὰ πρόσκαιρα τοῦ σώματος πάθη καὶ νοσήματα, καὶ πρὸς αὐτὸν ἂν μόνον κατέφευγες, ὑπερορῶν ἰατρικῶν ἐπιτηδευμάτων καὶ θεραπειῶν. Ὁ γὰρ τὴν ψυχὴν κτίσας αὐτὸς καὶ τὸ σῶμα πεποίηκε, καὶ ὁ ἐκείνην τὴν ἀθάνατον ἰώμενος αὐτὸς καὶ τὸ σῶμα δύναται ἀπὸ τῶν προσκαίρων παθῶν καὶ νοσημάτων θεραπεῦσαι. Ἀλλὰ πάντως ἐρεῖς μοι ταῦτα· ὁ Θεὸς τῷ σώματι ἔδωκεν εἰς θεραπείαν τάς τε βοτάνας τῆς γῆς καὶ τὰ φάρμακα, καὶ ἰατρῶν ἐπιτηδεύματα πρὸς τὰ τοῦ σώματος πάθη προευτρέπισε, τὸ ἀπὸ γῆς ὂν σῶμα θεραπεύεσθαι οἰκονομήσας ἐκ τῶν τῆς γῆς διαφόρων εἰδῶν. Σύμφημι κἀγὼ ταῦτα οὕτως ἔχειν.
Ἀλλὰ πρόσεχε καὶ γνώσῃ τὸν τρόπον, τίσι ταῦτα δέδοται καὶ τίσιν ᾠκονόμησεν ὁ Θεὸς κατὰ πολλὴν καὶ ἄπειρον φιλανθρωπίαν καὶ χρηστότητα. Ἐκπεσὼν ὁ ἄνθρωπος ἀπὸ τῆς ἐντολῆς, ἧς εἰλήφει, καὶ ὑπὸ τὴν ἀπόφασιν τῆς ὀργῆς γεγονώς, καὶ ὥσπερ εἰς αἰχμαλωσίαν καὶ ἀτιμίαν ἢ μετάλλου τινὸς ἐργασίαν, ἐκ τῆς τρυφῆς τοῦ παραδείσου εἰς τὸν κόσμον τοῦτον ἐξορισθεὶς καὶ ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους γεγονὼς καὶ ἄπιστος ἀπὸ τῆς πλάνης τῶν παθῶν καταστάς, ὑπὸ τὰ πάθη λοιπὸν καὶ τὰ νοσήματα τῆς σαρκὸς πέπτωκεν, ὁ πρὶν ἀπαθὴς καὶ ἄνοσος. Δῆλον δὲ ὅτι καὶ πάντες οἱ ἐξ αὐτοῦ γεννηθέντες τοῖς αὐτοῖς πάθεσιν ὑποπεπτώκασιν. ᾨκονόμησε τοίνυν ταῦτα τοῖς ἀσθενέσι καὶ ἀπίστοις ὁ Θεός, μὴ βουληθεὶς παντελῶς ἐξολοθρεῦσαι τὸ ἁμαρτωλὸν τῶν ἀνθρώπων γένος διὰ πολλὴν χρηστότητα, ἀλλ' ἔδωκεν εἰς ψυχαγωγίαν καὶ θεραπείαν καὶ ἐπιμέλειαν τοῦ σώματος τὰ φάρμακα τοῖς τοῦ κόσμου ἀνθρώποις καὶ τοῖς ἔξω πᾶσι, κἀκείνους συνεχώρησε τούτοις χρᾶσθαι τοὺς τῷ Θεῷ μηδέπω δυναμένους ἐξ ὅλου ἑαυτοὺς ἐμπιστεύειν.
Σὺ δὲ ὁ μονάζων ὁ προσεληλυθὼς τῷ Χριστῷ καὶ υἱὸς Θεοῦ βουλόμενος εἶναι καὶ ἄνωθεν ἐκ πνεύματος γεννηθῆναι καὶ ἀνωτέρας καὶ μείζους τοῦ πρώτου καὶ ἀπαθοῦς ἀνθρώπου ἐπαγγελίας ἐκδεχόμενος, τὴν εὐδοκίαν τῆς τοῦ Κυρίου ἐπιδημίας, καὶ ξένος τοῦ κόσμου γεγονώς, καινοτέραν τινὰ καὶ ξένην πίστιν καὶ ἔννοιαν καὶ πολιτείαν παρὰ πάντας τοὺς τοῦ κόσμου ἀνθρώπους κεκτῆσθαι ὀφείλεις.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
via

Pages

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *